Add parallel Print Page Options

11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ [a]ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς [b]ἐστιν νομοθέτης [c]καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, [d]ὁ κρίνων τὸν [e]πλησίον;

13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [f]ἢ αὔριον [g]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [h]ποιήσομεν ἐκεῖ [i]ἐνιαυτὸν καὶ [j]ἐμπορευσόμεθα καὶ [k]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [l]τὸ τῆς αὔριον [m]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [n]ἐστε [o]ἡ πρὸς ὀλίγον φαινομένη, [p]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [q]θελήσῃ, καὶ [r]ζήσομεν καὶ [s]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 4:11 WH Treg NIV ] καὶ RP
  2. ΙΑΚΩΒΟΥ 4:12 ἐστιν WH ] + ὁ Treg NIV RP
  3. ΙΑΚΩΒΟΥ 4:12 καὶ κριτής WH Treg NIV ] – RP
  4. ΙΑΚΩΒΟΥ 4:12 ὁ κρίνων WH Treg NIV ] ὃς κρίνεις RP
  5. ΙΑΚΩΒΟΥ 4:12 πλησίον WH Treg NIV ] ἕτερον RP
  6. ΙΑΚΩΒΟΥ 4:13 WH Treg NIV ] καὶ RP
  7. ΙΑΚΩΒΟΥ 4:13 πορευσόμεθα WH Treg NIV ] πορευσώμεθα RP
  8. ΙΑΚΩΒΟΥ 4:13 ποιήσομεν WH NIV ] ποιήσωμεν Treg RP
  9. ΙΑΚΩΒΟΥ 4:13 ἐνιαυτὸν WH Treg NIV ] + ἕνα RP
  10. ΙΑΚΩΒΟΥ 4:13 ἐμπορευσόμεθα WH Treg NIV ] ἐμπορευσώμεθα RP
  11. ΙΑΚΩΒΟΥ 4:13 κερδήσομεν WH Treg NIV ] κερδήσωμεν RP
  12. ΙΑΚΩΒΟΥ 4:14 τὸ Treg NIV RP ] – WH
  13. ΙΑΚΩΒΟΥ 4:14 ποία WH NIV ] + γὰρ Treg RP
  14. ΙΑΚΩΒΟΥ 4:14 ἐστε WH Treg NIV ] ἔσται RP
  15. ΙΑΚΩΒΟΥ 4:14 Treg NIV RP ] – WH
  16. ΙΑΚΩΒΟΥ 4:14 ἔπειτα WH Treg NIV ] + δὲ RP
  17. ΙΑΚΩΒΟΥ 4:15 θελήσῃ Treg NIV RP ] θέλῃ WH
  18. ΙΑΚΩΒΟΥ 4:15 ζήσομεν WH Treg NIV ] ζήσωμεν RP
  19. ΙΑΚΩΒΟΥ 4:15 ποιήσομεν WH Treg NIV ] ποιήσωμεν RP